ΕΙΣ
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ·
οἷα δ᾽ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
καὶ δή ποὺ τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει·
οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
5 ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν·
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ᾽ ὅτις ἐσθλός·
10 ὅς μιν ἴδῃ, μέγας οὗτος· ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος·
ὀψόμεθ᾽, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ᾽ οὔποτε λιτοί.
μήτε σιωπηλὴν κίθαριν μήτ᾽ ἄψοφον ἴχνος
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
15 ἑστήξειν δὲ τὸ τεῖχος ἐπ᾽ ἀρχαίοισι θεμέθλοις.
ἡγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ᾽ ἀεργός.
εὐφημεῖτ᾽ ἀίοντες ἐπ᾽ Ἀπόλλωνος ἀοιδῇ.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
20 οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ᾽ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
25 ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν·
ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο·
ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδῃ,
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
30 οὐδ᾽ ὁ χορὸς τὸν Φοῖβον ἐφ᾽ ἓν μόνον ἦμαρ ἀείσει·
ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ᾽ ἐνδυτὸν ἥ τ᾽ ἐπιπορπίς
ἥ τε λύρη τό τ᾽ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη·
χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων
35 καί τε πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου
θηλείαις οὐδ᾽ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς·
αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια·
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
40 ἀλλ᾽ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δ᾽ ᾧ κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ᾽ ἐγένοντο.
τέχνῃ δ᾽ ἀμφιλαφὴς οὔτις τόσον ὅσσον Ἀπόλλων·
κεῖνος ὀιστευτὴν ἔλαχ᾽ ἀνέρα, κεῖνος ἀοιδόν,
—Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή—
45 κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
ἐξότ᾽ ἐπ᾽ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους,
ἠιθέου ὑπ᾽ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
50 ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
δεύοιντο βρεφέων ἐπιμηλάδες ᾗσιν Ἀπόλλων
βοσκομένῃσ᾽ ὀφθαλμὸν ἐπήγαγεν· οὐδ᾽ ἀγάλακτες
οἴιες οὐδ᾽ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι·
ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
***
ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ
Του Ἀπόλλωνα πώς σείσθηκε το δάφνινο κλωνάρικι ὅλο το ἀνάκτορο! Μακριά του κάθε ἁμαρτωλός. Καὶ νά, τις θύρες με τ᾽ ὡραῖο του πόδι χτυπάει ὁ Φοῖβος. Δὲ βλέπεις; Ἔσκυψε γλυκά ὁ φοίνικας της Δήλου5ξαφνικά, κι ὁ κύκνος στὸν ἀέρα γλυκοτραγουδεῖ. Μόνοι σας τραβηχτεῖτε σύρτες ἀπ᾽ τις πύλες,κλειδιά γυρίστε μόνα σας· μακριά ὁ θεός δὲν εἶναι καὶ γιὰ τραγούδι καὶ χορό οἱ νέοι ἄς ἑτοιμαστοῦνε. Στὸν καθένα ὁ Ἀπόλλωνας δὲν φανερώνεται· μόνο στὸν καλό!
10
Ὅποιος τον δεῖ λογίζεται ἄξιος, κι
ἀνάξιος ὅποιος δὲν τον δεῖ. Θὰ σε
δοῦμε, ὦ Ἐκάεργε, ἀνάξιοι δὲν εἴμαστε.
Μήτε κιθάρα σιωπηλή, μήτε ποδάρια ἀθόρυβα
νὰ ᾽χουνε τώρα τα παιδιά πού ὁ Φοῖβος
ξαναγύρισε,ἄν θέλουνε νὰ παντρευτοῦν
καὶ τα μαλλιά νὰ κόψουν 15 κι ἄν σε
ἀρχαία θεμέλια το τεῖχος νὰ σηκώσουν.
Θαυμάζω τα παιδιά ποὺ σιωπηλή δὲν
ἔχουνε τὴ λύρα. Σωπᾶστε ὅσοι γιὰ τον
Ἀπόλλωνα τραγούδι ἀκοῦτε. Σωπαίνει
δὰ κι ὁ πόντος ὅταν οἱ αἰδοῖ
δοξολογούντην κιθάρα ἡ το τόξο του
Λυκωρέα Φοίβου. 20 Οὔτε ἡ μητέρα του
Ἀχιλλέα, ἡ Θέτιδα, θρηνεῖ ὅταν «χαῖρε
παιήονα, χαῖρε παιήονα» ἀκούσει. Ἀκόμα
παύει νὰ πονᾶ καὶ ἡ πέτρα ἡ
δακρύβρεχτη,ἐκείνῳ το ὑγρὸ λιθάρι το
στημένο στὴ Φρυγία,μαρμάρινη γυναῖκα
μ᾽ ἀνοιχτό το θλιβερό της στόμα.25Χαίρε,
χαῖρε νὰ λέτε. Κακό, με τους μακάριους
θεούς νὰ ἐρίζεις. Ὅποιος μακάριους
μάχεται, το βασιλιά μου μάχεται. Κι
ὅποιος το βασιλιά μου, μάχεται καὶ τον
Ἀπόλλωνα. Το χορό, ὁ Ἀπόλλωνας, πού
τραγουδάει πρὸς τέρψη του θα τον τιμήσει
γιατί δύναται, ἀφοῦ δεξιά στέκει του
Δία. 30 Οὔτε ὁ χορός μπορεῖ το Φοῖβο
ν᾽ ἀνυμνήσει σε μία μέρα,γιατί ᾽ναὶ
πολυύμνητος. Το Φοῖβο ποιός δὲν θὰ
ὑμνοῦσε μ᾽ εὐχαρίστηση;Χρυσή του
Ἀπόλλωνα ἡ ντυμασιά, ἡ πόρπη,ἡ λύρα,
το Λύκτιο τόξο καὶ η φαρέτρα. Μὰ καὶ
τα πέδιλα χρυσά· πολύχρυσος ὁ Ἀπόλλωνας
35 και τόσον εὐκατάστατος. Μάρτυρας ἡ
Πυθώνα. Πάντοτε ὡραῖος, πάντοτε νέος,
πότε στοῦ Φοίβου τις τρυφερές τις
παρειές δὲν βγῆκε χνούδι. Καὶ οἱ
πλόκαμοι της κόμης του στάζουν στὴ γῆς
μοσχοβολάτο λάδι. Ποτέ δὲν στάζουν
λίπος τα μαλλιά του Ἀπόλλωνα· 40 πανάκεια
στάζουνε καὶ σ᾽ ὄπια πόληπέσουνε οἱ
σταξιές, χαρίζουν σ᾽ ὅλα ἀνοσία. Κανείς
δὲν ξέρει τόσες τέχνες ὅσες ὁ Ἀπόλλωνας.
Ὁ ἴδιος ἔλαχε νὰ ᾽ναὶ τοξότης κι
ἀοιδός—στὸ Φοῖβον ἐπιτρέπεται καὶ
τόξο καὶ τραγούδι—.45 Ἐκείνου εἶναι
οἱ μάντισσες, κι ἀπὸ το Φοῖβο ἔμαθαν
οἱ γιατροί στὸ θάνατον ἀναβολὴ νὰ
φέρνουν. Το Φοῖβο ὀνομάζουνε καὶ Νόμιον
ἀπὸ τότε ποὺ ἔτρεφε στὴν Ἀμφρυσσό
ζευγαρωμένους ἵππους,ἔρωτας ὡς τον
ἔκαιγε γιὰ το παιδί τον Ἄδμητο. 50 Τώρα
στὰ βοσκοτόπια πιὰ τα βόδια θ᾽
ἀβγατίσουνε, καὶ οἱ γίδες δὲν θὰ
στεροῦνται τα μικρά τους· ἀρκεῖ ὁ
Ἀπόλλωνας βοσκοτόπια τους νὰ ἐποπτεύει.
Οὔτε δίχως γάλακι οὔτε στεῖρες θ᾽
ἀπομείνουνε οἱ προβατίνες, κι ὅλες τ᾽
ἀρνιὰ τους θὰ θηλάζουν. Κι ὄπια γεννήσει
ἕνα, θὰ δευτερώσει σύντομα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου