ΕΛΛΗΝΙΣΤΙΚΗ ΠΟΙΗΣΗ: ΚΑΛΛΙΜΑΧΟΣ - Ὕμνος εἰς Λουτρὰ τῆς Παλλάδος (5.1-5.56)
ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ
Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπει.
σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε, Πελασγιάδες.
5 οὔποκ᾽ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις,
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
οὐδ᾽ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθ᾽ ἀπὸ γηγενέων·
ἀλλὰ πολὺ πράτιστον ὑφ᾽ ἅρματος αὐχένας ἵππων
10 λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ὦ ἴτ᾽ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ᾽ ἀλαβάστρως,
—συρίγγων ἀίω φθόγγον ὑπαξόνιον—
15 μὴ μύρα, λωτροχόοι, τᾷ Παλλάδι μηδ᾽ ἀλαβάστρως
—οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ—
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας.
οὐδ᾽ ὅκα τὰν Ἴδᾳ Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτ᾽ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
20 ἔβλεψεν δίναν εἰς διαφαινομέναν·
οὐδ᾽ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
ἃ δὲ δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρ᾽ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
25 ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς,
ὦ κῶραι, τὸ δ᾽ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
τῷ καὶ νῦν ἄρσεν τι κομίσσατε μῶνον ἔλαιον,
30ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθ᾽ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν.
35 ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομηδέος ἀσπίς,
ὡς ἔθος Ἀργείως τοῦτο παλαιότερον
Εὐμήδης ἐδίδαξε, τεῒν κεχαρισμένος ἱρεύς·
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
40ᾤχετ᾽ ἔχων, Κρεῖον δ᾽ εἰς ὄρος ᾠκίσατο,
Κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθ᾽ Ἀθαναία· περσέπτολι, χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
45 σάμερον, ὑδροφόροι, μὴ βάπτετε, σάμερον, Ἄργος,
πίνετ᾽ ἀπὸ κρανᾶν, μηδ᾽ ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῷ τε καὶ ἄνθεσιν ὕδατα μείξας
50 ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων,
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55 πότνι᾽ Ἀθαναία, τὺ μὲν ἔξιθι· μέσφα δ᾽ ἐγώ τι
ταῖσδ᾽ ἐρέω· μῦθος δ᾽ οὐκ ἐμός, ἀλλ᾽ ἑτέρων.
***
ΣΤΑ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΑΣ
Της Παλλάδας λουτράρισσες, ὅσες κι ἄν εἶστε ἐβγᾶτε, ἐβγᾶτε, μόλις ἄκουσα το φρούμασμα τῶν ἱερῶν ἀλόγωνκι ὄμορφη καταφθάνει ἡ θεά. Βιαστεῖτε τώρα ξανθές κόρες του Πελασγοῦ, βιαστεῖτε. 5 Τα δυνατά της χέρια ἡ Ἀθηνᾶ ποτέ δὲ νίβειπριν βγάλει τὴ σκόνη ἀπ᾽ τα λαγόνια τῶν ἀλόγων της. Οὔτε κι ὅταν γεμᾶτα ρύπον ἔφερε τα ὅπλα της γυρνῶντας ἀπ᾽ τὴ μάχη της με τ᾽ ἄδικα παιδιά της Γῆς. Μά πρὶν ἀπ᾽ ὅλα τους αὐχένες τῶν ἀλόγων ἀπὸ τ᾽ ἅρμα 10 ἔλησε, καὶ στὶς πηγές καθάρισε του Ὠκεανοῦ του ἱδρῶτα τις σταλαγματιές καὶ τον πηγμένο σκούπισεαφρόν ἀπ᾽ τα χαλινοφάγα στόματά τους. Ἀχαιοποῦλες, τρέξετε, μονάχα μύρα καὶ σ᾽ ἀλάβαστρα ἀλοιφές μὴ φέρετε—ἀκούω τῶν τροχῶν το τρίξιμο πάνω στοὺς ἄξονες—15 όχι μύρα λουτράρισσες, οὔτε ἀλοιφές σ᾽ ἀλάβαστρα γιὰ την Παλλάδα—ἡ Ἀθηνᾶ δὲν τις ποθεῖ τις ἀλοιφές με μύρα—οὔτε καθρέφτη. Πάντοτε ὄμορφο ἔχει τὸ πρόσωπο. Οὔτε ὅταν στὴν Ἴδα ὁ Φρύγας Πάρης δίκαζε τὴ διαφορά,οὔτε τότε σ᾽ ὀρειχάλκινο καθρέφτη ἡ τρανή θεά κοιτάχτηκε,20ούτε καὶ στοῦ Σιμοῦντα τα διάφανα νερά. Οὔτε ἡ Ἤρα. Ἡ Κύπρις μοναχά παίρνοντας τον διαυγῆ χάλκινο καθρέφτη ἔφκιαξε καὶ ξανάφκιαξε δύο φορές την κόμη της. Μὰ ἐκείνη, δύο φορές ἑξῆντα διαύλους ἀφοῦ ἔτρεξε,ὅπως στὸν Εὐρῶτα οἱ Λακεδαιμόνιοι 25αστέρες, τρίφτηκε μ᾽ ἁγνὸ λάδι καθώς εἶχε πείρα,λάδι ποὺ βγαίνει ἀπ᾽ το δικό της δέντρο, ὦ κόρες καὶ κοκκίνισε το πρόσωπό της ὡσάν της αὐγῆς το ῥόδο ἡ ὡσάν τον κόκκο της ῥοδιᾶς. Γιά τοῦτο τώρα λάδι γιὰ ἄντρες φέρτε της μονάχα,30αυτό πού ὁ Κάστορας ἀλείβεται κι ὁ Ἡρακλεῖς. Καὶ χτένα φέρτε της ὁλόχρυση την κόμη νὰ χτενίσει,καὶ να γυαλίσει τις μποῦκλες της τις λαμπερές.
Ἔβγα Ἀθηναία· κι εἶναι κοντά σου συντροφιά ποὺ θὰ σ᾽ ἀρέσει ἀπὸ παρθένες τῶν μεγάλων Ἀρεστοριδῶν. 35 Ὧ Ἀθηνᾶ, καὶ του Διομήδη τὴν ἀσπίδα φέρνουν καθώς αὐτὸ συνήθεια εἶναι στοὺς Ἁργίτες παλαιότατη ποὺ ὁ Εὐμήδης τούς τὴ δίδαξε, ὁ ἀγαπημένος σου ἱερέας,αὐτὸς ποῦ κάποτε ὅταν ἔμαθε πῶς ὁ δῆμος ἤθελε το θάνατό του,πρόλαβε κι ἔφυγε με το ἱερὸ σου ἄγαλμα 40 καὶ ἦρθε καὶ κατοίκησε στὸ Κρεῖον ὄρος. Ὦ ναί στὸ Κρεῖον ὅρος, ὁποῦ κι ἐσένα τοποθέτησε, θεά,στὶς βραχουριές, ποὺ Παλλατίδες ὀνομάζονται καὶ τώρα.
Ἔβγα, Ἀθηνᾶ, ποῦ κυριεύεις πόλεις, με το κράνος το χρυσό ποῦ χαίρεσαι ὅταν πάταγον ἀκοῦς ἵππον κι ἀσπίδων. 45Σήμερα, ὑδροφόρες, μὴ βουτᾶτε σήμερα στὸν ποταμό τις στάμνες,κι ἐσεῖς Ἀργίτες πίνετε ἀπὸ κρῆνες, ὄχι ἀπὸ τον ποταμό. Σήμερα καὶ οἱ δοῦλες τις ὑδρίες στὴ Φυσάδειαή στὴν Ἀμυμώνη νὰ πάτε, την κόρη του Δαναοῦ. Γιατί τούτη τὴ μέρα χρυσάφι κι ἄνθη θ᾽ ἀναμείξει στὰ νερά του 50ο Ἴναχος, ποὺ ἀπ᾽ τα καλολίβαδα βουνά θὰ κατεβάσει για το καλό της Ἀθηνᾶς λουτρό. Μὰ Πελασγέπρόσεξε μήπως κι ἄθελα σου ἀντικρίσεις τὴ βασίλισσα θεά. Γιατί ὅποιος την Παλλάδα ἡδεῖ γυμνή την πολιοῦχο,το Ἀργὸς τοῦτο θ᾽ ἀντικρίσει με το φῶς του γιὰ στερνή φορά. 55Σεβαστή Ἀθηνᾶ, πρόβαλε ἐσὺ, κι ἐγὼ ὥσπου νά ᾽ρθεῖς σ᾽ αὐτὲς θὰ εἰπῶ μιάν ἱστορία, ὄχι δικιά μου, μὰ ἄλλων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου