fragmentum B 1
τοῦ δὲ λόγου τοῦδ᾽ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει· τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.
fragmentum B 2
διὸ δεῖ ἕπεσθαι τῷ ξυνῷ, τουτέστι τῷ κοινῷ· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λόγου δ᾽ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἱδίαν ἔχοντες φρόνησιν.
fragmentum B 3
(ὁ ἥλιος) εὖρος ποδὸς ἀνθρωπείου.
[Επεξεργασία]fragmentum B 3a (papyrus Derveni)
([Ἡράκλειτος ἐ]δήλωσε ὁ τὸ σμι[κρὸν παρὰ] τὰ κοινὰ [ἐπιφέρων· ἔδειξε γὰρ σα]φέστατα, [ὅ]σος, περικρύ[πτῳ] λόγῳ λέγων· [ἔστι γὰρ μὴ) ὁ ἥλιο]ς (οὐ κατὰ φύσιν) ἀνθρω[πείου] εὖρος ποδός ([οὐδὲ κατ᾽ εὖρος τοῦτο]) οὐχ ὑπερβάλλων μέτ[ρων ὅ]ρους (Ἐ[ρινύας φοβοῦμενος) εἰ δὲ μ]ὴ, Ἐρινύε[ς] νιν ἐξευρήσο[υσιν, (ἀλλὰ εἴρηται, ἵνα] . . .)
fragmentum B 5
καθαίρονται δ᾽ ἄλλως αἵματι μιαινόμενοι οἷον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοντο. μαίνεσθαι δ᾽ ἂν δοκοίη, εἴ τίς μιν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὔδ᾽ ἥρωας οἵτινές εἰσιν.
fragmentum B 6
(ὁ ἥλιος οὐ μόνον, καθάπερ ὁ Ἡράκλειτός φησι,) νέος ἐφ᾽ ἡμέρῃ (ἐστίν, ἀλλ᾽ ἀεὶ νέος συνεχῶς) . . . ἅπτεται καὶ σβέννυται.
fragmentum B 6a
ἀποσβέννυνται πολὺ μᾶλλον τοῦ Ἡρακλειτείου ἡλίου, ὅσον αὖθις οὐκ ἐξάπτονται.
fragmentum B 6b
ἀνάπτεσθαι καὶ σβέννυσθαι τὰ ἄστρα (καθ᾽ Ἡράκλειτον).
fragmentum B 7
εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.
fragmentum B 8
τὸ ἀντίξουν συμφέρον . . . ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίην.
fragmentum B 9
. . . ὄνους σύρματ᾽ ἂν ἑλέσθαι ἢ χρυσόν.
fragmentum B 10
συλλάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.
fragmentum B 11
. . . πᾶν ἑρπετὸν πληγῇ νέμεται.
fragmentum B 12
ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.
fragmentum B 13
ὕες βορβόρῳ μᾶλλον χαίρουσιν ἢ καθαρῷ ὕδατι.
fragmentum B 14
νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις· (τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ.) τὰ γὰρ νομιζόμενα κατ᾽ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦεται.
fragmentum B 15
εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιεῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργασται· ωὑτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν.
fragmentum B 16
τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;
fragmentum B 17
οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκόσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι.
fragmentum B 18
ἐὰν μὴ ἔλπηθαι ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.
fragmentum B 19
ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ᾽ εἰπεῖν.
fragmentum B 20
γενόμενοι ζώειν ἐθέλουσι μόρους τ᾽ ἔχειν (μᾶλλον δὲ ἀναπαύεσθαι) καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.
fragmentum B 21
θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.
fragmentum B 22
χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον.
fragmentum B 23
Δίκης ὄνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν.
fragmentum B 24
ἀρηϊφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι.
fragmentum B 25
μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι.
fragmentum B 26
ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑωυτῷ ἀποσβεσθεὶς ὄψεις. ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἐγρηγορὼς ἅπτεται εὕδοντος.
fragmentum B 27
ἀνθώπους μένει ἀποθανόντας, ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
fragmentum B 28
δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσει . . . Δίκη καταλάψεται ψευδῶν τέκτονας καὶ μάρτυρας.
fragmentum B 29
αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα.
fragmentum B 30
κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ᾽ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.
fragmentum B 31
πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ . . . θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ.
fragmentum B 32
ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.
fragmentum B 33
νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.
fragmentum B 34
ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι.
fragmentum B 35
χρὴ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι.
fragmentum B 36
ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
fragmentum B 37
sues caeno, cohortales aves pulvere lavari.
fragmentum B 38
Θαλῆς δοκεῖ πρῶτος ἀστρολογῆσαι.
fragmentum B 39
ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων.
fragmentum B 40
πολυμαθίη νόον οὐ διδάσκει· Ἡδίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον.
fragmentum B 41
εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.
fragmentum B 42
Ὅμηρος ἄξιος ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ Ἀρχίλοχος ὁμοίως.
fragmentum B 43
ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν.
fragmentum B 44
μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος.
fragmentum B 45
ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει.
fragmentum B 46
τήν τε οἴησιν ἱερὴν νοῦσον (ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι).
fragmentum B 47
μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα.
fragmentum B 48
τῷ οὖν τόξῳ ὄνομα βίος, ἔργον δὲ θάνατος.
fragmentum B 49
εἶς ἐμοὶ μύριοι, ἐὰν ἄριστος ᾖ.
fragmentum B 49a
ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν.
fragmentum B 50
οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναι.
fragmentum B 51
οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῷ συμφέρεται· παλίντονος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.
fragmentum B 52
αἰὼν παῖς ἐστι παίζων πεσσεύων· παιδὸς ἡ βασιληίη.
fragmentum B 53
πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.
fragmentum B 54
ἁρμονίη ἀφανὴς φανερῆς κρείσσων.
fragmentum B 55
ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω.
fragmentum B 56
ἐξηπάτηνται οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾽ ἐλάβομεν, ταῦτα φέρομεν.
fragmentum B 57
διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπὶστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν.
fragmentum B 58
ἀγαθὸν καὶ κακὸν ‹ἕν καὶ ταὐτό›. οἱ γοῦν ἰητροὶ τέμνοντες, καίοντες ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν, ταὐτὰ ἐργαζόμενοι τὰ καὶ αἱ νοῦσοι.
fragmentum B 59
γναφείῳ ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία ἐστὶ καὶ ἡ αὐτή.
fragmentum B 60
ὁδὸς ἄνω κάτω μία καὶ ωὑτή.
fragmentum B 61
θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.
fragmentum B 62
ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι. ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.
fragmentum B 63
(ἔνθα δ᾽ ἐόντι ἐπανίστασθαι καὶ) φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν.
fragmentum B 64
τὰ δὲ πάντα οἰακίζει Κεραυνός.
fragmentum B 64a
φρόνιμον (εἶναι) τὸ πῦρ.
fragmentum B 65
τὸ πῦρ χρησμοσύνη καὶ κόρος.
fragmentum B 66
πάντα γὰρ τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.
fragmentum B 67
ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός. ἀλλοιοῦται δὲ ὅκωσπερ πῦρ, ὁπόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ᾽ ἡδονὴν ἑκάστου.
fragmentum B 68
. . . ἄκεα (προσεῖπεν ὡς ἐξακεσόμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῇ γενέσει συμφορῶν).
fragmentum B 69
. . . τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ᾽ ἑνὸς ἄν ποτε γένοιτο σπανίως.
fragmentum B 70
παῖδες τὰ ἀθύρματα ἄνδρες γενόμενοι ἀπέῤῥιψαν. (τὰ ἀνθρώπινα δοξάσματα.)
fragmentum B 71
. . . τοῦ ἐπιλανθανομένου ᾗ ἡ ὁδὸς ἄγει.
fragmentum B 72
ᾧ μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγῳ, τούτῳ διαφέρονται, καὶ οἷς καθ᾽ ἡμέρην ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται.
fragmentum B 73
οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν. καὶ γὰρ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν.
fragmentum B 74
οὐ δεῖ ὡς παῖδας τοκεώνων . . .
fragmentum B 75
τοὺς καθεύδοντας ἐργάτας εἶναι καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων.
fragmentum B 76
ζῇ πῦρ τὸν γῆς θάνατον καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον, ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος.
fragmentum B 77
. . . ψυχῇσι τέρψιν ἢ θάνατον ὑγρῇσι γενέσθαι.
fragmentum B 78
ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.
fragmentum B 79
ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός.
fragmentum B 80
εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ᾽ ἔριν καὶ χρεών.
fragmentum B 81
Πυθαγόρης κοπίδων ἐστὶν ἀρχηγός.
fragmentum B 82
πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν.
fragmentum B 83
ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν.
fragmentum B 84a
. . . μεταβάλλον ἀναπαύεται.
fragmentum B 84b
κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι.
fragmentum B 85
θυμῷ μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖτει.
fragmentum B 86
. . . ἀπιστίῃ διαφυγγάνει μὴ γιγνώσκεσθαι.
fragmentum B 87
βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ.
fragmentum B 88
ταὐτὸ ζῶν καὶ τεθνηκὸς καὶ ἐγρηγορὸς καὶ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.
fragmentum B 89
τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, (τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι).
fragmentum B 90
πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός.
fragmentum B 91
σκίδνησι καὶ πάλιν συνάγει καὶ πρόσεισι καὶ ἀπεισι . . . (ἔμπεδον οὐδέν).
fragmentum B 92
Σίβυλλα δὲ μαινομένῳ στόματι ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.
fragmentum B 93
ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.
fragmentum B 94
ἥλιος γὰρ οὐχ ὑπερβήσεται μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.
fragmentum B 95
ἀμαθίην γὰρ ἄμεινον κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρ᾽ οἶνον.
fragmentum B 96
νέκυες γὰρ κοπρίων ἐκβλητότεροι.
fragmentum B 97
κύνες γὰρ καὶ βαύζουσιν ὧν ἂν μὴ γινώσκωσι.
fragmentum B 98
αἱ ψυχαὶ ὀσμῶνται καθ᾽ Ἅιδην.
fragmentum B 99
εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν.
fragmentum B 100
. . . πάντων, ἃ φέρουσιν ὧραι.
fragmentum B 101
ἐδιζησάμην ἐμεωυτόν.
fragmentum B 101a
ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες.
fragmentum B 102
τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.
fragmentum B 103
ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας.
fragmentum B 104
τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλῳ χρείωνται ὁμίλῳ οὐκ εἰδότες ὅτι <οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί>.
fragmentum B 105
ἀστρολόγον τὸν Ὅμηρον.
fragmentum B 106
(Ἡσίοδος ἠγνόει) φύσιν ἡμέρης ἁπάσης μίαν οὖσαν.
fragmentum B 107
κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων.
fragmentum B 108
ὁκόσων λόγους ἤκουσα, οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον.
fragmentum B 110
ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον.
fragmentum B 111
νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ καὶ ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.
fragmentum B 112
σωφρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαίοντας.
fragmentum B 113
ξυνόν ἐστι πᾶσι τὸ φρονεῖν.
fragmentum B 114
ξὺν νῷ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὅκωσπερ νόμῳ πόλις, καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περιγίνεται.
fragmentum B 115
ψυχῆς ἐστι λόγος ἑωυτὸν αὔξων.
fragmentum B 116
ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ σωφρονεῖν.
fragmentum B 117
ἀνὴρ ὁκόταν μεθυσθῇ, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος οὐκ ἐπᾴων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων.
fragmentum B 118
αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη.
fragmentum B 119
ἦθος ἀνθρώπῳ δαίμων.
fragmentum B 120
ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός.
fragmentum B 121
ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνῄστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνῄστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ᾽ ἄλλων.
fragmentum B 122
ἀγκιβασίη.
fragmentum B 123
φύσις κρύπτεσθαι φιλεῖ.
fragmentum B 124
ὅκωσπερ σάρμα εἰκῆ κεχυμένων ὁ κάλλιστος κόσμος.
fragmentum B 125
καὶ ὁ κυκεὼν διίσταται μὴ κινούμενος.
fragmentum B 125a
μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, Ἐφέσιοι, ἵν᾽ ἐξελέγχοισθε πονηρευόμενοι.
fragmentum B 126
ψυχρὰ θέρεται, θερμὰ ψύχεται, ὑγρὰ αὐαίνεται, καρφαλέα νοτίζεται.
fragmentum B 126a
κατὰ λόγον δὲ ὡρέων συμβάλλεται ἑβδομὰς κατὰ σελήνην, διαιρεῖται δὲ κατὰ τὰς ἄρκτους, ἀθανάτου μνήμης σημείω.
fragmentum B 129
Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑωυτοῦ σοφίην, πολυμαθίην, κακοτεχνίην.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου