Ο Θησέας στον Μινωικό Λαβύρινθο
In Platonis Gorgiam commentaria 44.5.1 ` to In Platonis Gorgiam commentaria 44.6.2 καὶ πάλιν, ἵνα ἔλθωμεν εἰς τὸν Θησέα, φασὶν ὅτι Πασιφάη γέγονεν Ἡλίου θυγάτηρ καὶ ἐφίλησε ταῦρον καὶ ἐποίησε τὸν Μινώταυρον, ὃν ἐφόνευσεν ὁ Θησεύς. καί τινές φασιν ὅτι Ταῦρός τις ἄνθρωπος στρατηγὸς τοῦ Μίνωος εἰς ἔχθραν αὐτῷ ἦλθεν καὶ ἐπολέμησεν αὐτῷ, καὶ διὰ τοῦτο Μινώταυρος ἐκλήθη ἀντὶ τοῦ "ὁ Μίνωος στρατηγὸς Ταῦρος"• πρὸς τοῦτον οὖν ἐπέμφθη πολεμήσων ὁ Θησεύς. ψεῦδος δέ• μετὰ δασμοῦ γὰρ ἀπεστάλη, οὐκ ἂν δὲ πρὸς τοιοῦτον στρατηγὸν πεμπόμενος δασμῷ ἐπέμπετο. καὶ πάλιν φασὶν Ἀριάδνην μίτον δεδωκέναι καὶ οὕτως σεσωκέναι αὐτὸν ἐκ τοῦ λαβυρίνθου. πάντα οὖν ταῦτα ἕτερόν τι σημαίνει• ὁ μὲν γὰρ Μινώταυρος τὰ ἐν ἡμῖν θηριώδη πάθη σημαίνει, ὁ δὲ μίτος θείαν τινὰ δύναμιν ἐξημμένην, ὁ δὲ λαβύρινθος τὸ σκολιὸν καὶ πολυποίκιλον τοῦ βίου. ὁ τοίνυν Θησεὺς ἄριστος ὢν κατεκράτησε τῶν παθῶν τούτων, καὶ οὐ μόνον αὐτὸς κατεκράτησεν, ἀλλὰ καὶ ἄλλους ἐπαίδευσεν• τοῦτο γάρ ἐστι τὸ σῶσαι καὶ ἄλλους πεμφθέντας μετ᾽ αὐτοῦ. ἰστέον οὖν ὅτι μείζονα εἶχεν ὁ Θησεὺς μέτρα τοῦ Ὀδυσσέως• ἐκεῖνος μὲν γὰρ ἑαυτὸν ἐπαίδευσεν, ἄλλους δὲ οὐκ ἐδυνήθη παιδεῦσαι, οὐ γὰρ ἔσωσε τοὺς ἑταίρους αὐτοῦ, ὁ μέντοι Θησεὺς καὶ ἄλλους ἐπαίδευσεν.
--- Βλ. Ολυμπιόδωρος «Σχόλια στον του Πλάτωνος Γοργία, 44.5.1 – 44.6.2» ---
--- Βλ. Ολυμπιόδωρος «Σχόλια στον του Πλάτωνος Γοργία, 44.5.1 – 44.6.2» ---
Στον Μύθο λοιπόν του Θησέως και όσο αφορά τα γεγονότα στον λαβύρινθο του Μίνωα:
• Μινώταυρος = τα εν ημίν θηριώδη πάθη.
• Μίτος Αριάδνης = θεία τινά δύναμη.
• Μινώταυρος = τα εν ημίν θηριώδη πάθη.
• Μίτος Αριάδνης = θεία τινά δύναμη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου